ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:1-9
SBL Greek New Testament
13 Πρὸ δὲ τῆς ἑορτῆς τοῦ πάσχα εἰδὼς ὁ Ἰησοῦς ὅτι [a]ἦλθεν αὐτοῦ ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ εἰς τέλος ἠγάπησεν αὐτούς. 2 καὶ δείπνου [b]γινομένου, τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν [c]ἵνα παραδοῖ αὐτὸν Ἰούδας Σίμωνος [d]Ἰσκαριώτου, 3 [e]εἰδὼς ὅτι πάντα [f]ἔδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ θεοῦ ἐξῆλθεν καὶ πρὸς τὸν θεὸν ὑπάγει, 4 ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησιν τὰ ἱμάτια καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν· 5 εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος. 6 ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον. [g]λέγει [h]αὐτῷ· Κύριε, σύ μου νίπτεις τοὺς πόδας; 7 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ὃ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα. 8 λέγει αὐτῷ Πέτρος· Οὐ μὴ νίψῃς [i]μου τοὺς πόδας εἰς τὸν αἰῶνα. ἀπεκρίθη [j]Ἰησοῦς αὐτῷ· Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ. 9 λέγει αὐτῷ Σίμων Πέτρος· Κύριε, μὴ τοὺς πόδας μου μόνον ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν.
Read full chapterFootnotes
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:1 ἦλθεν WH Treg NIV ] ἐλήλυθεν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:2 γινομένου WH Treg NIV ] γενομένου RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:2 ἵνα παραδοῖ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκ. WH Treg NIV] Ἰούδα Σίμωνος Ἰσκ. ἵνα αὐτὸν παραδῷ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:2 Ἰσκαριώτου NIV RP ] Ἰσκαριώτης WH Treg
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:3 εἰδὼς WH Treg NIV ] + ὁ Ἰησοῦς RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:3 ἔδωκεν WH Treg NIV ] δέδωκεν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:6 λέγει WH Treg NIV ] καὶ λέγει RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:6 αὐτῷ WH NIV ] + ἐκεῖνος Treg RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:8 μου τοὺς πόδας WH Treg NIV ] τοὺς πόδας μου RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:8 Ἰησοῦς αὐτῷ WH Treg NIV ] αὐτῷ ὁ Ἰησοῦς RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software